TLG 0749 001 :: ANTYLLUS :: Ἐκ τοῦ περὶ κλυσμῶν ὅτι διὰ τρεῖς αἰτίας παραλαμβάνονται Ἐκ τοῦ περὶ κλυσμῶν ὅτι διὰ τρεῖς αἰτίας παραλαμβάνονται Citation: Page — (line) | ||
43(1t) | Ἐκ τοῦ περὶ κλυσμῶν ὅτι διὰ τρεῖς αἰτίας | |
2t | παραλαμβάνονται. | |
---|---|---|
3 | Παραλαμβάνονται οἱ κλυσμοὶ διὰ τρεῖς αἰτίας | |
ἤτοι πολλὰς ἡμέρας τῆς γαστρὸς ἐπεσχημένης, ἵνα μή‐ | 43 | |
44 | τε ἐκ τῆς παραθέσεως καὶ τῆς παλαιότητος τῶν σκυ‐ βάλων ἀναθυμίασίς τις γένηται ἀηδὴς, χώραν τε ἕξῃ τὰ εἰσφερόμενα σιτία, κεκενωμένων τῶν ἐντέρων, ἥ τε πέψις μὴ μοχθηρὰ γένηται καὶ ἡ ἀνάδοσις τῶν νεαρῶν | |
5 | σιτίων ἐπιπλεκομένη τοῖς παλαιοῖς περιττώμασι, ἢ ὅταν αὐτοῦ τοῦ πυρετοῦ συνεκτικὰ καὶ αὐξητικὰ ὑπάρχῃ τὰ περιττώματα, χορηγίαν παρέχοντα ἐκ τῆς ἰδίας ἀναθυμιάσεως, ἢ ὅταν τὰ ἐγκείμενα σκύβαλα συμπτώματός τινος παρεκτικὰ ᾖ. μάλιστα δὲ τὰ τοιαῦτα | |
10 | συμπτώματα ἐν ταῖς ἐποχαῖς τῆς γαστρὸς ἐπιφέρεται, βάρησις τῆς κεφαλῆς, καὶ σκοτόδινοι καὶ κεφαλαλγίαι, ἀνατροπὴ στομάχου, ναυτίαι, ἀνορεξίαι, σπαραγμοὶ αἱ‐ ματώδεις, δίψαι, στόματος ξηρότης καὶ πικρότης, πνεύματος δυσωδία, ὕπνοι μετέωροι καὶ ἀηδεῖς, ἐμ‐ | |
15 | πνευματώσεις καὶ στρόφοι. | |
15 | Δριμέσι κλυσμοῖς χρηστέον ἤτοι σκυβάλων ἕνεκα κομιδῆς, ἢ ὑπὲρ τοῦ τὰ ἐνοχλοῦντα τὸ σῶμα ἐπισπά‐ σασθαι εἰς τὰ ἔντερα, καὶ δι’ αὐτῶν ἐξάγειν, ἢ μετα‐ γωγῆς ὕλης ἔκ τινος τόπου εἰς τὰ ἔντερα, καὶ τέταρ‐ | |
20 | τον ἕνεκα τοῦ μοχλεῦσαι καὶ ἀνακινῆσαι διάθεσιν ἐσκιῤῥωμένην ἐν τῷ σώματι· ἕνεκα μὲν οὖν κομιδῆς τῶν σκυβάλων, ἐπειδὰν ξηρά τε ᾖ καὶ πολλὰ καὶ ἐσφηνωμένα καὶ πολλαῖς ἡμέραις ἀπειλημμένα. ἐν ὥρᾳ οὐ χειμερίῳ σφόδρα, οὔτε ὑπὸ θέρους δια‐ | |
25 | καοῦς παραλαμβάνομεν τοὺς δριμεῖς κλυσμοὺς, ἐπει‐ δὰν ἀποδοκιμάζωμεν τὰ δριμύτερα τῶν καθαρτηρίων. χάριν δὲ μεταγωγῆς χρώμεθα ἐξαιρέτως ἐπὶ καταφορᾶς τῆς ἄνευ πυρετοῦ ἢ σὺν πυρετῷ νωθρῷ, ἐπὶ πνιγὸς | |
ἡστερικῆς, καταπτώσεως ἐπιληπτικῆς, σκοτώματος μά‐ | 44 | |
45 | λιστα, ἐπὶ πνιγμῶν τῶν ὑπὸ ἐλεβόρου ἢ γάλακτος πο‐ θέντος ἐν τῷ στομάχῳ καὶ διὰ τοῦτο πνίγοντος, καὶ ἔτι μᾶλλον ἐπὶ μύκησιν ἢ ὄμφαξι βρωθεῖσιν ἢ ἐπὶ τῷ ἀγαρικῷ, στρύχνῳ ἢ μανδραγόρᾳ ἢ ὑοσκυάμῳ· κατα‐ | |
5 | σπῶντες γὰρ εἰς ἔντερα οἱ δριμεῖς κλυσμοὶ τὸ ἐνοχλοῦν τῷ σώματι ῥᾳδίως ἀπολύουσι τοὺς πνιγμούς. ἐπὶ δὲ διαθέσεσι χρονίαις, ἐμμόνοις χρώμεθα δριμέσι κλυ‐ σμοῖς, ἰσχάδι, ἀρθρίτιδι, κεφαλαίᾳ, ὀρθοπνοίᾳ, ἐξαν‐ θήμασιν, ὕδρωψι, νεφρίτιδι καὶ ὑστερικῇ διαθέ‐ | |
10 | σει, κινοῦσι καὶ ἐκμοχλεύουσι τῶν καθαρτηρίων οὐκ | |
ἔλαττον. | 45 |